Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 47.61 Dem. 47.64 (English) >>Dem. 47.66

47.63ταῦτα δέ μου λέγοντος καὶ διαμαρτυρομένου, κακά με πολλὰ εἰπόντες μὲν Θεόφημος ἠκολούθει μόλις, διατριβὰς ἐμποιῶν καὶ φάσκων βούλεσθαι καὶ αὐτός τινας παραλαβεῖν μάρτυρας (ταῦτα δʼ ἔλεγεν τεχνάζων τοῦ χρόνον ἐγγενέσθαι), δʼ Εὔεργος οὑτοσὶ εὐθὺς ἐκ τῆς πόλεως μεθʼ ἑτέρων ὁμοίων αὑτῷ ἐλθὼν εἰς ἀγρόν, τὰ ὑπόλοιπα σκεύη, εἴ τινα τῇ προτεραίᾳ ἐν τῷ πύργῳ ἦν καὶ οὐκ ἔτυχεν ἔξω ὄντα, ἐπειδὴ δʼ ἐγὼ ἦλθον, διὰ τὴν χρείαν κατηνέχθη, ἐκβαλὼν τὴν θύραν ἥνπερ καὶ τῇ προτεραίᾳ ἐξέβαλον κακῶς ἐνεστηκυῖαν, ᾤχετό μου λαβὼν τὰ σκεύη· οὔτε δίκην ὠφλήκειν, οὔτε συμβόλαιον ἦν μοι πρὸς αὐτὸν οὐδέν. 47.64ἐκτίνοντος δέ μου τῷ Θεοφήμῳ, ὠφλήκειν τὴν δίκην, ἐπειδὴ ἐξέτινον πολλῶν παρόντων μαρτύρων χιλίας μὲν καὶ ἑκατὸν δραχμὰς <τὴν καταδίκην, ὀγδοήκοντα δὲ καὶ ἑκατὸν δραχμὰς> καὶ τρεῖς καὶ δύʼ ὀβολὼ τὴν ἐπωβελίαν, τριάκοντα δὲ τὰ πρυτανεῖα (τῶν γὰρ ἄλλων οὐδὲν αὐτῷ ἐπιτιμίων ὦφλον), λαβὼν τοίνυν παρʼ ἐμοῦ ἐπὶ τῇ τραπέζῃ χιλίας τριακοσίας δέκα τρεῖς δύʼ ὀβολὼ τὸ σύμπαν κεφάλαιον, ἀπαιτοῦντος ἐμοῦ τά τε πρόβατα καὶ τὰ ἀνδράποδα καὶ τὰ σκεύη ἡρπάκει μου, οὐκ ἔφη ἀποδώσειν μοι, εἰ μή τις αὐτὸν ἀφήσει καὶ τοὺς μετʼ αὐτοῦ τῶν ἐγκλημάτων καὶ τοὺς μάρτυρας τῶν ψευδομαρτυρίων.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 47.61 Dem. 47.64 (English) >>Dem. 47.66

Powered by PhiloLogic